Η Θεία Λειτουργία του Αγίου Ιωάννου του Χρυσοστόμου

http://heavenonearthorthodoxy.wordpress.com

HEAVEN ON EARTH – ORTHODOXY

canada ffl

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ

ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Ἱερεύς: Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός: Ἀμήν.

ΤΑ ΑΝΤΙΦΩΝΑ
ΜΕΓΑΛΗ ΣΥΝΑΠΤΗ

Διάκονος: Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Λαός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Λαός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Λαός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Λαός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (Ὄνομα), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Λαός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Λαός: Κύριε ἐλέησον.

Διάκονος: Ὑπὲρ τῆς κοινότητος καὶ τῆς πόλεως ταύτης, πάσης πόλεως χώρας καὶ τῶν Continue reading “Η Θεία Λειτουργία του Αγίου Ιωάννου του Χρυσοστόμου”

Advertisements